Ancient Greek
ΙϚ´ XVI (Duebn. XXII vulg. 6), Section 3
Maximus of Tyre, Dialexeis 3.Subsection b-6
Not analysed yet
Τὰ γὰρ κοινὰ σώζεσθαι φιλεῖ, οὐκ ἐὰν τὰ τείχη ὑμῖν ἀραρότα ᾖ, οὐδὲ νεὼς οἶκοι σωζόμενοι, οὐδὲ νῆες αὐταὶ πλέουσαι, οὐδέ γε στοαί, καὶ ἄλση, καὶ γυμνάσια, καὶ τεμένη, καὶ πομπεῖα (ταῦτα γὰρ δὴ εἰ καὶ μὴ οἱ πολέμιοι, μηδὲ πῦρ, μηδὲ ἄλλή τις συμφορά, ἀλλʼ ὅ γε χρόνος λαβὼν οἰχήσεται)· τὸ δὲ σῶζον τὰς πόλεις ἡ ἁρμονία, καὶ ὁ τῆς πολιτείας κόσμος· φημὶ κἀγώ. Ταῦτα δὲ ὑπὸ τῆς εὐνομίας γίγνεται, τὴν δὲ εὐνομίαν ἡ τῶν χρωμένων ἀρετὴ φυλάττει, τὴν δὲ ἀρετὴν διδόασιν οἱ λόγοι, τοὺς δὲ λόγους ἡ ἄσκησις, τὴν δὲ ἄσκησιν ἡ ἀλήθεια, τὴν δὲ ἀλήθειαν ἡ περὶ αὐτὴν σχολή.