Ancient Greek
Β΄ II (Duebn. VIII vulg. 38 Β 5 Κ 2), Section 3
Maximus of Tyre, Dialexeis 3.Subsection c-2
Not analysed yet
εἰ γὰρ ἀνθρώπου ψυχὴ ἐγγύτατον θεῷ καὶ ἐμφερέστατον, οὐ δήπου εἰκὸς τὸ ὁμοιότατον αὐτῷ περιβαλεῖν, τὸν θεόν, σκήνει ἀτοπωτάτῳ, ἀλλʼ ὅπερ ἔμελλεν ψυχῆς ἀθανάτοις εὔφορόν τε ἔσεσθαι καὶ κοῦφον καὶ εὐκίνητον μόνον, τοῦτο τῶν ἐν γῇ σωμάτων ἀνατεῖνον τὴν κορυφὴν ὑψοῦ, σοβαρὸν, καὶ γαῦρον, καὶ σύμμετρον, οὔτε διὰ μέγεθος ἐκπληκτικόν, οὔτε διὰ χαίτην φοβερόν, οὔτε διὰ βάρος δυσκίνητον, οὔτε διὰ λειότητα ὀλισθηρόν, οὔτε διὰ τραχύτητα ἀντίτυπον, οὔτε διὰ ψυχρότητα ἑρπηστικόν, οὔτε ἰταμὸν διὰ θερμότητα, οὔτε νηκτὸν διὰ μανότητα, οὐκ ὠμοφάγον διʼ ἀγριότητα, οὐ ποιηφάγον διʼ ἀσθένειαν, ἀλλὰ κεκραμένον μουσικῶς πρὸς τὰ αὐτοῦ ἔργα·