Ancient Greek
ΚΒ΄ (Duebn XXVIII vulg. 12), Section 3
Maximus of Tyre, Dialexeis 3.Subsection f
Not analysed yet
Ἐπεὶ τοίνυν λόγῳ, καὶ οὐκ ἄλλῴ τῳ, χαίρειν εἰκὸς δαιτυμόνας δεξιούς τινας, καὶ λόγους αὐτοῖς παραθήσομεν φέροντες ἄρα, οἳ μὲν μιμοῦνται τὰς ἐν δικαστηρίοις ἔριδας καὶ φιλονεικίας, ἐπιτεχνήσεις καὶ μάχας, κρατύνοντες μὲν τὰ ἄδικα, ἐπικοσμοῦντες δὲ τὰ αἰσχρά, κιβδηλεύοντες τἀληθῆ, ὑγιὲς δὲ οὐδέν, οὐδὲ ἄδολον, οὐδὲ ἐν τῷ τῆς φύσεως ἐπιχωρίῳ μένειν ἐῶντες, ἀλλʼ αὐτὸ ἐκεῖνο, οἷόν περ οἱ τῶν ἀνδραπόδων κάπηλοι, οἳ σώματα παραλαβόντες ἀπλᾶ ὑφʼ ἡλίῳ καθαρῷ καὶ ἀέρι ἐλευθέρῳ τεθραμμένα, σκιατροφοῦντες ταῦτα καὶ λεαίνοντες, λυμαίνονται αὐτῶν τὴν |ἀπʼ ἀρχῆς δημιουργίαν, ἣν ἡ φύσις αὐτοῖς περιέβαλλεν κρείττονα τέχνης.