Ancient Greek
ΙΖ´, Section 3
Maximus of Tyre, Dialexeis 3.Subsection g
Not analysed yet
Εἰ οὖν τις ἐκείνων τινὸς τῶν δημιουργῶν ἀκούσας, νομοθετοῦντος τοῖς ὑπʼ αὐτοῦ πλασθεῖσιν τῷ λόγῳ, ὅτι ἄρα δεήσονται οὐδὲ Ἱπποκράτους ἰωμένου σφᾶς, ἀλλὰ χρὴ στέψαντας ἐρίῳ τὸν ἄνδρα καὶ χρίσαντας μύρῳ ἀποπέμπειν, παῤ ἄλλου εὐδοκιμήσοντα, ἐκεῖ ὅπου τὴν τέχνην παρακαλεῖ ἡ νόσος, κᾆτα ἀγανακτοίη πρὸς αὐτόν, ὡς ἀτιμάζοντα τὴν Ἀσκληπιοῦ καὶ τὴν Ἀσκληπιάδων τέχνην, ἆρα οὐ καταγέλαστος ἂν γίγνοιτο, αἰτίαν προσφέρων τῷ μὴ κατὰ ἀτιμίαν παραιτουμένῳ ἰατρικήν, ἀλλὰ μήτε κατὰ |χρείαν δεομένῳ αὐτῆς, μήτε καθʼ ἡδονὴν ἀσπαζομένῳ;