Ancient Greek
ΙϚ´ XVI (Duebn. XXII vulg. 6), Section 3
Maximus of Tyre, Dialexeis 3.Subsection h
Not analysed yet
Ἐγὼ μέν, ἃ νομίζω καὶ δίκαια ἄμα καὶ ἀληθῆ εἶναι, ἀπελογησάμην πρὸς ὑμᾶς, ὦ ἄνδρες Κλαζομένιοι· ἀξιῶ δὲ ὑμᾶς μὴ αὐτόθεν διενέγκαι τὴν ψῆφον, ἀλλʼ ἐπισχεῖν τὸ νῦν ἔχον, αὐτόπτας δὲ καὶ θεατὰς γενομένους τῶν αὐτῶν ἐμοί· εἰ μέν τι χρηστὸν περιγίγνεται, δόξετε, διδαχθέντες ἔργῳ, ἀφεῖναι τῆς γραφῆς· εἰ δὲ μή, τότε ὑμεῖς μὲ ψηφιεῖσθαι τὰ ὑμῖν δοκοῦντα· ἡμεῖς δὲ καὶ ὣς περὶ αὐτῶν καλῶς βουλευσόμεθα.’