Ancient Greek
3.Subsection m to 3.Subsection q
Maximus of Tyre, Dialexeis 3.Subsection m-Subsection q
Not analysed yet
ἡ δὲ κακοδαί|μων ἐκείνη ναῦς περιεφέρετο, καθάπερ ἀνδρὸς σῶμα μέγα, καρηβαροῦν, καὶ ὑπὸ μέθης σφαλλόμενον· καὶ οὔτε ὁ κυβερνήτης ὅ, τι χρήσαιτο τῇ τέχνῃ εἷχεν, ὅ, τε ἁβρὸς ἐκεῖνος ὄχλος ἔκειτο ἐκπλαγὴς καὶ στένων· κατήριπεν δὲ ὁ χειμὼν τὰ θαυμαστὰ ἐκεῖνα πάντα, πολλὰ δʼ ὅ γε προθέλυμνα χαμαὶ βάλε δούρατα μακρά· ||διελύετο δὲ καὶ ἡ βασιλεία, καὶ οἱ θάλαμοι, καὶ τὰ λουτρά, καὶ ἐξέπιπτεν εἰς γῆν πόλεως ναυάγια· οἱ δὲ κορώνῃσιν ἴκελοι περὶ νῆα μέλαιναν κύμασιν ἐπιφορέοντο. Τοῦτο τέλος ἀνοήτου ἐπιβάτον, καὶ ἀχρήστου νεώς, καὶ ἀκαίρου τρυφῆς.