Ancient Greek · ~7 min
〈ΛΑ΄〉 XXXI (Duebn. lI vulg. 32 B 30 β΄), Section 4
Maximus of Tyre, Dialexeis 4-15
Not analysed yet
Ὥσπερ οὖν τῷ ἵππων γένει συγκεκλήρωται πρὸς σωτηρίαν δρόμος, καὶ τῷ βοῶν πόνοι, καὶ ὄρνισι πτερά, καὶ λέουσιν ἀλκή, καὶ ἄλλοις ἄλλό τι, οὕτως ἀμέλει καὶ ἀνθρώπῳ ὑπάρχει δύναμις ξυμφυὴς διασωστικὴ τοῦ γένους· ταύτην δὲ ἑτέραν εἶναι δεῖ παῤ ἕκαστον τῶν ἄλλων, εἰ μέλλει ἄνθρωπος ὤν μὴ ὑπὸ ἀλκῆς σωθήσεσθαι, ὥσπερ οἱ λέοντες, μηδὲ ὑπὸ δρόμου, ὥσπερ οἱ ἵπποι, μηδὲ ἀχθοφορεῖν ὄνου δίκην, μηδὲ ἀροῦν βοὸς δίκην, μηδὲ πέτασθαι κατὰ ὄρνιθας, μηδὲ νήχεσθαι κατὰ ἰχθύος. Ἀλλʼ ἔστί τι καὶ τούτῳ ἔργον ἴδιον, διαγνωστικὸν τοῦ βίου, εἰ ἐννενέμηται τὰ ζῷα τὰς δυνάμεις, ἑκάστην ἕκαστον κατὰ τὴν χρείαν τοῦ βίου, καὶ τὰ ἔργα κατὰ τὰς δυνάμεις, καὶ τὰ ὄργανα κατὰ τὰ ἔργα καὶ τἀγαθά. Καί, ξυνελόντι εἰπεῖν, τὸ ἑκάστου ἀγαθὸν ἐν τῷ ἐπιχωρίῳ τῶν ἔργων μένει, τὰ δὲ ἔργα ἐν τῷ τῆς χρείας ἀναγκαίῳ, ἡ δὲ χρεία ἐν τῷ τῆς δυνάμεως εὐπόρῳ. ἡ δὲ δύναμις ἐν τῷ τῶν ὀργάνων εὐμηχάνῳ, τὰ δὲ ὄργανα ἐν τῷ τῆς φύσεως ποικίλῳ Παντοδαπὴ γὰρ ἡ φύσις, καὶ |διὰ τοῦτο περιέβαλεν καὶ διεκόσμησεν τὰ ζῷα ἕκαστα ἐπὶ σωτηρίᾳ τοῦ βίου, ἄλλα ἄλλοις ὅπλοις· τὰ μὲν ὀνύχων ἀκμαῖς, τὰ δὲ ὀδόντων ῥώμῃ, τὰ δὲ κεράτων ὀξύτητι, τὰ δὲ ποδῶν τάχει, τὰ δὲ θυμῷ, τὰ δὲ ἰῷ· τὸν δὲ ἄνθρωπον ἀποδύσασα τουτωνὶ τῶν περιβλημάτων, ἀπέφηνεν γυμνὸν καὶ ἀσθενῆ καὶ ἄτριχον, καὶ ῥώμην ἀσθενῆ, καὶ θεῖν βράδιστον, καὶ ἀνίπτασθαι ἀμήχανον, καὶ νήχειν ἀμβλύτατον· ἐνέφυσεν δέ τι αὐτῷ ζώπυρον ἀφανὲς πρὸς σωτηρίαν βίου, ὃ καλοῦσιν οἱ ἄνθρωποι νοῦν, διατελεῖ σωζόμενον, καὶ τὰς ἀπορίας ἐξιώμενον τοῦ βίου, καὶ θεραπεῦον τὴν ἔνδειαν τῶν σωμάτων, καὶ ἀντιτεχνώμενον ταῖς τῶν ἄλλων ζῴων πλεονεξίαις, καὶ πάντων κρατοῦν καὶ ὑπάγον τῷ τοῦδε νόμῳ καὶ λόγῳ.