Ancient Greek · ~7 min
Ζ΄ VII (Duebn XIII vulg 41 B 10 K 7), Section 4
Maximus of Tyre, Dialexeis 4-4
Not analysed yet
Θέασαι τὸ λεγόμενον ὡδὶ σαφέστερον ἐπὶ πολιτικῆς εἰκόνος. Ἀθήνησιν ἐν δημοκρατουμένῃ πόλει, καὶ ἀκμαζούσῃ πλήθει ἀνδρῶν καὶ μεγέθει ἀρχῆς καὶ δυνάμει χρημάτων καὶ εὐπορίᾳ στρατηγῶν, ὑπὸ Περικλεῖ δυναστεύοντι, λοιμὸς ἐμπεσών, ἐξ Αἰθιοπίας ἀρξάμενος, καὶ καταβὰς διὰ τῆς βασιλέως γῆς, καὶ τελευτήσας ἐκεῖ, καὶ ἱδρυθεὶς αὐτόθι, ἔφθειρε τὴν πόλιν. συνεπελάμβανεν δὲ τῇ τοῦ κακοῦ ἐπιδημίᾳ καὶ ἐκ Πελοποννήσου πόλεμος. Δῃουμένης δὲ τῆς γῆς, καὶ φθειρομένης τῆς πόλεως, καὶ ἀναλισκομένων τῶν σωμάτων, καὶ μαραινομένης τῆς δυνάμεως, καὶ ἀπαγορεύοντος τῇ πόλει τοῦ σώματος, εἷς ἀνήρ, οἷον ψυχὴ πόλεως, ὁ Περικλῆς ἐκεῖνος, ἄνοσος καὶ ὑγιὴς μένων, ἐξώρθου τὴν πόλιν καὶ ἀνίστη, καὶ ἀνεζωπύρει, καὶ ἀντετάττετο τῷ λοιμῷ καὶ τῷ πολέμῳ. Θέασαι δὴ καὶ τὴν δευτέραν εἰκόνα. Ὅτε μὲν ὁ λοιμὸς ἐπέπαυτο, καὶ τὸ πλῆθος ἔρρωτο, καὶ ἡ δύναμις ἤκμαζεν· τότε δὴ τὸ ἀρχικὸν μέρος τῆς πόλεως ἐνόσει νόσον δεινὴν καὶ ἐγγύτατα μανίᾳ, καὶ κατελάμβανεν τὸ πλῆθος, καὶ τὸν δῆμον συννοσεῖν προσηνάγκαζεν. Ἦ γὰρ οὐχ οὗτος ὁ δῆμος καὶ Κλέωνι συνεμαίνετο, καὶ Ὑπερβόλῳ συνενόσει, καὶ Ἀλκιβιάδῃ συνεφλέγετο, καὶ τελευτῶν τοῖς δημαγωγοῖς συνετήκετο, καὶ συνεσφάλλετο, καὶ συναπωλλύετο, ἄλλου ἄλλοσε τὴν δειλαίαν καλοῦντος, (Γ 130) δεῦῤ ἴθι, νύμφα φίλη, ἵνα θέσκελα ἔργα ἴδηαι; Καὶ δείκνυσι μὲν Ἀλκιβιάδης Σκελίαν, δείκνυσι δὲ Κλέων Σφακτηρίαν, καὶ ἄλλος ἄλλην γῆν ἢ θάλατταν, ὡς πυρετιῶντι πηγὰς καὶ φρέατα. Ταῦτά ἐστιν ὑμῶν, ὦ πονηροί, τὰ θέσκελα |ἔργα; φθορὰ καὶ ἀνάστασις, καὶ κακῶν ἀκμή, καὶ φλεγμονὴ νόσου; Τοῦτο δύναται καὶ ψυχῆς νόσος πρὸς σώματος νόσον παραβαλλομένη. Νοσεῖ σῶμα, καὶ ταράττεται, καὶ φθείρεται· ἀλλʼ ἐὰν ἐπιστήσῃς αὐτῷ ψυχὴν ἐρρωμένην, ἀμελεῖ τῆς νόσου, καὶ ὑπερφρονεῖ τοῦ κακοῦ· ὡς Φερεκύδης ὑπερεφρόνει ἐν Σύρῳ κείμενος, τῶν μὲν σαρκῶν αὐτῷ φθειρομένων, τῆς δὲ ψυχῆς ἑστώσης ὀρθῆς, καὶ καραδοκούσης τὴν ἀπαλλαγὴν τοῦ δυσχρήστου τούτου περιβλήματος.