Ancient Greek
Κ΄ XX (uebn. XXVI vulg. 10), Section 4
Maximus of Tyre, Dialexeis 4.Subsection a-7
Not analysed yet
μήποτ᾿ οὖν καὶ περὶ ἔρωτος ταύτῃ κριτέον, καὶ ἡγητέον αὐτὸν |εἶναι ὄνομα κοινὸν ἐν μεταιχμίῳ ἀρετῆς καὶ κακίας τεταγμένον, ὑπ᾿ ἀμφοῖν δημαγωγούμενον, σχηματιζόμενον δὲ πρὸς ἑκατέραν, ὁποτέρᾳ ξυγγένοιτο, τῷ τῆς ἐπαγομένης πάθει προσονομάζεσθαι. Καὶ μὴν τῆς ψυχῆς δίχα νενεμημένης, ὡς ὁ Πλάτωνος φησὶν λόγος, ἧς τῷ μὲν τῶν μερῶν ὄνομα λόγος, τῷ δὲ πάθος, ἀνάγκη τὸν ἔρωτα, εἰ μὲν κακία εἴη, πάθος τι εἶναι ἔρημον λόγου· εἰ δέ τι τῶν καλῶν, δυοῖν θἄτερον, ἢ κατὰ τὸν λόγον τετάχθαι πάθους ἀπηλλαγμένον, ἢ κατὰ τὸ πάθος λόγῳ συμπεπλεγμένον.