Ancient Greek
Η΄ VIII (Duebn. XIV vulg. 26 B 11 Κ 8), Section 4
Maximus of Tyre, Dialexeis 4.Subsection b
Not analysed yet
Ἐὲν πρῶτον, ὦ τάν, ἀποκρίνῃ μοι, πότερον ἡγεῖ τι εἶναι δαιμονίων γένος ἐν τῇ φύσει, ὡς θεῶν, ὡς ἀνθρώπων, ὡς θηρίων, ἢ μή· γελοῖον λοῖον γὰρ ‖ἂν ἐρωτᾶν, τί ἦν τὸ δαιμόνιον Σωκράτους, τὸ πᾶν ἀγνοοῦντα· οἷον εἰ καὶ νησιώτης ἀνήρ, ἀθέατος τοῦ ἵππων γένους καὶ ἀμαθέστατος, ἀκούων ὅτι ἦν Μακεδόνι βασιλεῖ κτῆμα ὁ Βουκεφάλας, ὄχημα ἐκείνῳ μὲν τιθασόν, τοῖς δὲ ἄλλοις ἄβατον, ἔπειτα ἀνερωτῴη, τί ἦν πρᾶγμα ὁ Βουκεφάλας· ἠπόρησεν γὰρ ἂν ὁ διηγούμενος, πρὸς ἄνδρα ἀθέατον τῆς ἵππων φύσεως, εἰκόνος σαφοῦς.