Ancient Greek
ΙϚ´ XVI (Duebn. XXII vulg. 6), Section 4
Maximus of Tyre, Dialexeis 4.Subsection b-2
Not analysed yet
Εἰ δέ που τὶς οἷος δικαστοῦ χώραν ἔχειν μὴ κυάμῳ λαχόντος, ἀλλʼ ᾗπερ δεῖ χειροτονίᾳ δικαστοῦ μόνῃ, αὐτῷ τῷ εἰδέναι, πρὸς τοῦτον οὐχ ὡς ἀδικῶν, οὐδʼ ὡς φεύγων γραφήν, ἀπολογιεῖται, εἴτε Ἀναξαγόρας ἐν Κλαζομεναῖς, εἴτε ἐν Ἐφέσῳ Ἡράκλειτος, εἴτε ἐν Σάμῳ Πυθαγόρας, εἴτε ἐν Ἀβδήροις Δημόκριτος, εἴτε ἐν Κολοφῶνι Ξενοφάνης,, εἴτε ἐν Ἐλαίᾳ Παρμενίδης, εἴτε ἐν Ἀπολλωνίᾳ Διογένης, εἴτέ τις |ἄλλος τῶν δαιμονίων ἐκείνων ἀνδρῶν·