Ancient Greek
ΙΖ´, Section 4
Maximus of Tyre, Dialexeis 4.Subsection b-3
Not analysed yet
τε γὰρ χρεία ξυνελήλαται αὐτοῖς εἰς τροφὴν ἀκριβῆ καὶ ἀκούσματα ἀναγκαῖα, οὐδὲν αὐθαίρετον, οὐδὲ αὐτεξούσιον, οὐδὲ οἷον ἄν δέξαιντο παρὰ μητέρων παῖδες ὑπὸ φήμης ἀλόγου πλασθέντα μῦθον· οὐδὲν γὰρ ἐκεῖ οὐδὲ ἐκ τοῦ προστυχόντος, οὔτε ἄκουσμα, οὔτε παίδευμα· οὔτε ἀθύρματα παρέλθοι ἂν εἰς τοιαύτην πόλιν, ὥστε καὶ δεηθῆναι Ὁμήρου, τὰς οὔσας περὶ θεῶν δόξας ἐμμελῶς μεγαλύνοντος, καὶ τρέφοντος τὰς τῶν πολλῶν ψυχὰς ἐκ ταπεινῆς φαντασίας εἰς ἔκπληξιν.