Ancient Greek
Β΄ II (Duebn. VIII vulg. 38 Β 5 Κ 2), Section 4
Maximus of Tyre, Dialexeis 4.Subsection c
Not analysed yet
Ἄξιον δὲ πρὸς τοὺς Πέρσας εἰπεῖν, Ὦ πάντων γενῶν ἀνοητότατον, οἱ τοσούτων καὶ τηλικούτων ἀγαλμάτων ἀμελήσαντες, γῆς ἡμέρου, καὶ ἡλίου λαμπροῦ, καὶ θαλάττης πλοΐμου, καὶ ποταμῶν γονίμων, καὶ ἀέρος τροφίμου, καὶ αὐτοῦ οὐρανοῦ, περὶ ἓν μάλιστα ἀσχολεῖσθε τὸ ἀγριώτατον καὶ ὀξύτατον, οὐ ξύλων αὐτῷ τροφὴν χορηγοῦντες μόνον, οὐδὲ ἱερείων, οὐδὲ θυμιαμάτων· ἀλλὰ τούτῳ τῷ ἀγάλματι καὶ τούτῳ τῷ θεῷ καὶ τὴν Ἐρετρίαν ἀναλῶσαι δεδώκατε, καὶ τὰς Ἀθή ||νας αὐτάς, καὶ τὰ Ἰώνων ἱερά, καὶ τὰ Ἑλλή- νων ἀγάλματα.