Ancient Greek
4.Subsection c to 4.Subsection e
Maximus of Tyre, Dialexeis 4.Subsection c-4-Subsection e
Not analysed yet
Τριῶν τούτων τέχνης γενῶν, κατὰ ποῖον αὐτῶν τὴν ἀρετὴν τάξομεν, εἴπερ τέχνη; Κατὰ τὸ ποιητικόν; οὐδὲ αὐτὸς φήσεις· ἀλλὰ ἀμφισβητήσιμον ἔσται σοι τὸ τῆς πράξεως πρὸς τὴν θεωρίαν; ἔγὼ δὲ οὐδέτερον μὲν ἀφαιρῶ τῆς ἀρετῆς· ἀλλʼ ἑκάτερον ἑκατέρῳ ἀνακεράσας, ἐπιμετρήσας τὶ ἐπὶ τούτοις καὶ ἄλλο, τὸ ἐξ ἀπάντων ξυστὰν ἕτερον εἶναι φημὶ ἑκάστου, ἀφʼ ὧν συνέστη· οἶον εἴ τις τὸ τοῦ ἀνθρώπου σῶμα πῦρ εἶναι λέγοι, ἢ γῆν, ἢ ἀέρα, ἢ, νὴ Δία, ὕδωρ· εἴποιμι ἂν δήπου, ὡς οὔτε πῦρ ἐστιν τὸ σῶμα, οὔτε γῆ, οὔτε ἀήρ, οὔτε ὕδωρ· τὸ γὰρ ἐξ ἀπάντων μιχθὲν οὐκ ἔστιν ἕκαστον ἐκείνων, ἀφʼ ὧν ἐμίχθη.