Ancient Greek
ΚΑ΄ XXI (Duebn. XXVII vulg. 11), Section 4
Maximus of Tyre, Dialexeis 4.Subsection h
Not analysed yet
ἐρᾶν; Καὶ τούτῳ συγχωρήσομεν; Καὶ πάλιν αὖ, εἴ τις ἀποβλέψας εἰς τοὺς τῷ ὄντι ἐραστὰς τοὺς πρὸς τὸ καλὸν ὡρμημένους, καὶ θεασάμενος τὸ ἐν τῇ ὀρέξει τοῦ κάλλους ἡδύ, διὰ τὴν ἐπιμιξίαν τῆς ἡδονῆς ἐπιθυμεῖν καὶ τούτους φῇ, ἀλλ᾿ οὐκ ἐρᾶν· πῇ ἂν ταῦτα ἡμῖν διακριθείη; Εἰ γὰρ τά τε ἡδέα φαντάζεται καλά, τά τε καλὰ ἀνακέκραται ἡδοναῖς, κίνδυνος οὕτω καὶ τὴν ἐπιθυμίαν τῷ ἔρωτι ἐπιμιχθῆναι.