Ancient Greek
ΚΓ΄ XXIII (Duebn. XXIX vulg. 13), Section 5
Maximus of Tyre, Dialexeis 5-11
Not analysed yet
Εἰ δὲ καὶ τοὺς περὶ θεῶν μύθους παραδεκτέον, οὐ γεωργὸς ὁ Ζεύς, οὐδὲ Ἀθηνᾶ, οὐδὲ ὁ Ἀπόλλων, οὐδὲ ὁ Ἐνυάλιος, οἵπερ βασιλεύτατοι τῶν θεῶν. Ἀλλʼ ὀψὲ μὲν Δημήτηρ γεωργεῖ μετὰ πολλὴν πλάνην, ὀψὲ δὲ Διόνυσος μετὰ τὸν Κάδμον καὶ τὸν Πενθέα, ὀψὲ ὁ Τριπτόλεμος μετὰ τὸν Ἐριχθόνιον καὶ τὸν Κέκροπα. Εἰ δὲ καὶ τῆς Κρόνου ἀρχῆς ἐπελαβόμεθα, τίς ἂν ἡμῖν γεωργίας λόγος; Ἀλλʼ οὐδὲ νῦν δεῖ γεωργίας· οὐ γὰρ ἐξέκαμεν ἡ γῆ τούς καρπούς αὐτομάτους φέρουσα· φέρει μὲν τροφήν, φηγοὺς καὶ ὄγχνας· φέρει δὲ ποτὸν αὐτοφυές, Νεῖλον καὶ Ἴστρον καὶ Ἀχελωὸν καὶ Μδαίανδρον, καὶ ἄλλους κρατῆρας ἀενάους ναμάτων καθαρῶν καὶ νηφαλίων γεωργίας. Ταῦτα οὐ πρεσβύτης Ἰκάριος, οὐδὲ Βοιώτιος ἀνήρ, ἢ Θετταλικός· ἀλλʼ ἥλιος αὐτὸς καὶ σελήνη θάλπουσα, καὶ ὄμβροι τρέφοντες, καὶ ἄνεμοι διαπνέοντες, καὶ ὧραι ἀμείβουσαι, καὶ γῆ βλαστάνουσα· οὗτοι γεωργοὶ ἀθάνατοι ἐγκάρπων, |σιτίων καὶ δένδρων, καὶ μηδὲν ἀνθρωπίνης τέχνης προσδεομένων. Ταύτην τὴν γεωργίαν οὐδεὶς παύει, οὐ λοιμός, οὐ λιμός, οὐ πόλεμος, (ι 109) ἀλλὰ τὰ ἄσπαρτα καὶ ἀνήροτα πάντα φύονται. Ἐὰν δὲ ἐπιθυμῇς Λιβυκοῦ λωτοῦ, καὶ Αἰγυπτίων πυρῶν, καὶ ἐλαίας Ἀττικῆς, ἢ ἀμπέλου Λεσβίας, μετατίθης