Ancient Greek
Λ΄ XXX (Duebn. l volg. 31 B 30α΄), Section 5
Maximus of Tyre, Dialexeis 5-14
Not analysed yet
Οὐχ ὀρᾷς τοὺς μνηστῆρας νεανικαῖς ἡδοναῖς συγγιγνομένους, πίονας αἶγας κατέδοντας, καὶ ἁπαλῶν ἐρίφων ἐμπιμπλαμένους, καὶ αὐλῶν ἀκούοντας, καὶ οἶνον ἀπομισγομένους, καὶ δίσκοις ταρπομένους, καὶ αἰγανέας ἱέντας; Τίς οὐκ ἂν αὐτοὺς τῆς ἡδονῆς ταύτης ἐμακάρισεν; Ἀλλὰ ὁ μαντικὸς καὶ γνωριστικὸς τοῦ μέλλοντος λέγει, ἆ δεῖλʼ οὔτι κακὸν τόδε πάσχετε, νυκτὶ μὲν ὑμῶν εἰλύαται κεφαλαί, παρὰ πόδας τὸ κακὸν καὶ ἐγγύς. Παρὰ πόδας τὸ κακὸν ἦν καὶ Ἀλεξάνδρῳ τῷ τὴν θαυμαστὴν ἐκείνην ἡδονὴν ἐκ Πελοποννήσου ἐκκλέψαντι· ταχὺ γὰρ ἐπʼ αὐτῇ στόλος ἐξηρτύθη Ἑλληνικός, μυρίας μὲν ὀδύνας αὐτῷ τῷ ||τῆς ἡδονῆς ἐραστῇ ἄγων, μυρίας δὲ τῇ ξυμπάσῃ πόλει. Τὰς δὲ Ἀσσυρίους ἡδονὰς οὐ λέγω, ἃς κατέλαβεν εὐθὺς πῦρ αὐτῷ χρυσῷ, καὶ αὐταῖς παλλακίσιν. Οὐδὲ τὰς Πολυκράτους τὰς Ἰωνικὰς οὐ λέγω, ἃς κατέλαβεν οὐδὲ εὐσχήμων θάνατος. Πλήρης ἦν Σύβαρις ἡδονῶν, ἀλλὰ |ἀπώλοντο μετὰ τῶν χρησαμένων αἱ ἡδοναί. Εὐδοκίμουν καὶ παρὰ Συρακοσίοις ἡδοναί, ἀλλὰ ἐσωφρόνισαν αὐτοὺς μετʼ ἐκείνας αἱ συμφοραί. Ἀλλʼ οὐδὲ Κορινθίοις.