Ancient Greek
ΙΖ´, Section 5
Maximus of Tyre, Dialexeis 5-8
Not analysed yet
Ἐῶ λέγειν ὅτι καὶ τῶν ἐν ἀνθρώποις γενῶν οὐ λόγῳ μόνον πλαττόμεναι πόλεις, ἀλλὰ καὶ ἔργῳ γενόμεναι πολλαὶ καὶ πολιτευθεῖσαι ὑγιῶς, καὶ ξυνοικισθεῖσαι νομίμως, ἀγνοοῦσιν τὸν Ὅμηρον. Ὀψὲ μὲν γὰρ ἡ Σπάρτη ῥαψῳδεῖ, ὀψὲ δὲ καὶ ἡ Κρήτη, ὀψὲ δὲ καὶ τὸ Δωρικὸν ἐν Λιβύῃ γένος· ἐπαινοῦνται δὲ οὐκ ὀψέ, ἀλλʼ ἐκ παλαιᾶς ἀρετῆς. Τὰ δὲ τῶν βαρβάρων τί χρὴ λέγειν; σχολῇ γὰρ ἂν ἐκεῖνοι τὰ Ὁμήρου μάθοιεν, ἀλλʼ εὕροις ἂν ὅμως καὶ ἐν βαρβάροις ἀρετὴν ἀπεσχισμένην τῶν Ὁμήρου ἐπῶν· ἦ γὰρ ἄν καὶ τὸ τῶν ῥαψῳδῶν γένος τὸ ἀνοητότατον εὐδαιμόνει κατὰ τὴν συνουσίαν τῆς τέχνης· τὸ δὲ οὐχ οὕτως ἔχει. Καλὰ μὲν γὰρ τὰ Ὁμήρου ἔπη, καὶ ἐπῶν τὰ κάλλιστα, καὶ φανότατα, καὶ ᾄδεσθαι Μούσαις πρέποντα· ἀλλ οὐ πᾶσιν καλά, οὐδὲ ἀεὶ καλά· οὐδὲ γὰρ τῶν ἐν μουσικῇ μελῶν εἷς νόμος, οὐδὲ εἷς χρόνος. Καλὸν μὲν ἐν πολέμῳ τὸ ὄρθριον, καλὸν δὲ ἐν συμποσίῳ τὸ παροίνιον, καὶ καλὸν μὲν Λακεδαιμονίοις τὸ ἐμβατήριον, καλὸν δὲ Ἀθηναίοις τὸ κύκλιον, καὶ καλὸν μὲν ἐν διώξει τὸ ἐγκελευστικόν, καλὸν δὲ ἐν φυγῇ τὸ ἀνακλητικόν· ἡδεῖα μὲν πᾶσα μοῦσα, ἀλλὰ τὸ τῆς χρείας οὐχ ὅμοιον πᾶσιν. Ἄν τοίνυν καθʼ ἡδονὴν κρίνῃς Ὅμηρον ᾄδειν ἄνδρας, εἰσκυκλεῖς ποιητῶν χορὸν ἀκόλαστον καὶ βακχεύοντα, κρατοῦντα ἡδονῇ τῆς Ὁμήρου ᾠδῆς, ἀποχειροτονεῖς τῆς ἡδονῆς τὸν ἄνδρα. Ἡδὺς μὲν γάρ, ἡδύς, ἀλλὰ τὸ κάλλος ἀκμαιότερον τῆς ἡδονῆς, καὶ μὴ παρέχον σχολὴν εὐφραίνεσθαι, ἀλλὰ ἐπαινεῖν· ἀλλʼ ἔπαινος σὺν ἡδονῇ μέν, ἀλλʼ οὐκ αὐτὸ ἡδονή. Εἰ δὲ καθʼ |ἡδονὴν τὰ Ὁμήρου ἀσπαζόμεθα, ὡς αὐλήματα, ὡς κιθαρίσματα, ἐξελαύνεις Ὅμηρον οὐκ ἐκ τῶν Πλάτωνος τροφίμων μόνον, ἀλλὰ καὶ ἐκ τῶν Λυκούργου, καὶ ἐκ τῶν Κρητικῶν, καὶ παντὸς χωρίου καὶ πάσης πόλεως, ὅπου μετὰ ἀρετῆς εὐδοκιμοῦσιν οἱ πόνοι. ||