Ancient Greek
5.Subsection a to 5.Subsection m
Maximus of Tyre, Dialexeis 5.Subsection a-11-Subsection m
Not analysed yet
Τὰ μὲν οὖν τῶν Περσῶν καὶ τὰ Ἀττικὰ ἐῶμεν, ἐπανάγωμεν δὲ αὖθις ἐπὶ τὰ ἡμέτερα. Λόγοις τοιγαροῦν εὐωχητέον τὰς ἀγαθὰς ψυχάς, καὶ οὐ |δικανικοῖς λόγοις, φησὶν ὁ λόγος. Τίσιν μὴν ἄρα; Οἳ τὰς ψυχὰς ἐπὶ τὸν πρόσθεν χρόνον ἀναβιβασάμενοι παρέχουσιν αὐταῖς τὴν θέαν τῶν γενομένων πάλαι. Προσηνὲς γὰρ ἡ ἱστορία καὶ τὸ μηδὲν καμόντα πανταχοῦ περιπολεῖν, πάντα μὲν χωρία ἐποπτεύοντα, πᾶσιν δὲ πολέμοις ἐκ τοῦ ἀσφαλοῦς παραγιγνόμενον, μῆκος δὲ ἀμήχανον χρόνου ἐν βραχεῖ ἀναλεγόμενον, πλῆθος δὲ ἄπειρον πραγμάτων ἐν ὀλίγῳ μανθάνοντα, τὰ Ἀσσύρια, τὰ Αἰγύπτια, τὰ Περσικά, τὰ Μηδικά, τὰ Ἑλληνικά· νῦν μὲν πολεμοῦσιν ἐν γῇ παραγινόμενον, νῦν δὲ ἐν θαλάττῃ ναυμαχοῦσιν, νῦν δὲ ἐν ἐκκλησίαις βουλευομένοις· μετὰ Θεμιστοκλέους ναυμαχοῦντα, μετὰ Λεωνίδου ταττόμενον, καὶ μετὰ Ἀγησιλάου διαβαίνοντα, καὶ μετὰ Ξενοφῶντος σωζόμενον· ξυνερῶντα Πανθίᾳ, συνθηρῶντα Κύρῳ, συμβασιλεύοντα Κυαξάρει. Εἰ δὲ καὶ Ὀδυσσεὺς σοφός, ὅτι πολύτροπος ἦν, καὶ πολλῶν ἀνθρώπων ἴδεν ἄστη καὶ νόον ἔγνω, ἀρνύμενος ἥν τε ψυχὴν καὶ νόστον ἑταίρων, πολύ που σοφώτερος ὁ τῶν μὲν κινδύνων ἐξιστάμενος, τῆς δὲ ἱστορίας ἐμπιμπλάμενος. Χάρυβδιν ὄψεται, ἀλλʼ οὐκ ἐν ναυαγίῳ· Σειρήνων ἀκούσεται, ἀλλʼ οὐ δεδεμένος· Κύκλωπι ἐντεύξεται, ἀλλʼ εἰρηνικῷ. Εἰ δὲ καὶ Περσεὺς εὐδαίμων, ὅτι πτηνὸς ἦν, καὶ περιεφέρετο ἐν τῷ αἰθέρι, πάντα ἐποπτεύων τὰ ἐν γῇ παθήματα καὶ χωρία, πολὺ τῶν Περσέως πτερῶν ἡ ἱστορία κουφότερον καὶ μετεωρότερον· ἣ λαβοῦσα τὴν ψυχὴν περιφέρει πανταχοῦ, οὐκ ἀργῶς οὐδὲ ἠμελημένως δεικνύουσα, ἀλλὰ καὶ ἄνδρα γενεαλογεῖ καὶ ποταμόν· Κροῖσος ἦν Αυδὸς μὲν γένος, |παῖς δὲ Ἀλυάττεω, τύραννος δὲ ἐθνῶν· Δάρδανον αὖ πρῶτον τέκετο νεφεληγερέτα Ζεύς. Γενεαλογεῖ καὶ πόλιν· Ἐπίδαμνός ἐστιν πόλις ἐν δεξιᾷ εἰσπλέοντι τὸν Ἰώνιον κόλπον· προσοικοῦσιν δʼ αὐτὴν Ταλάντιοι βάρβαροι· ἔστι πόλις Ἐφύρη μυχῷ Ἄργεος ἱπποβότοιο. ||Γενεαλογεῖ δὲ καὶ ποταμόν· ὃς ῥέων ἐκ μεσημβρίης πρὸς βορέην ἄνεμον εἰς τὸν Εὔξεινον πόντον καλεόμενον ἐκδιδοῖ· ὃν Ξάνθον καλέουσι θεοί, ἄνδρες δὲ Σκάμανδρον.