Ancient Greek
5.Subsection a to 5.Subsection e
Maximus of Tyre, Dialexeis 5.Subsection a-12-Subsection e
Not analysed yet
Λέγε, τίνας εἶδες καρποὺς ἐν τῷ λόγῳ; τίνας ἔλαβες; πῶς ἔχοντας; ἐπειράθης, ἐξήτασας, εἰ τελεσιουργοὶ καὶ γόνιμοι ἑτέρων καρπῶν; ἐξέφυσέ τι σοι ἡ ψυχὴ ἀπʼ αὐτῶν χρηστὸν καὶ ἔγκαρπον; Ἢ ‘ὄγχνη μὲν ἐπὶ ὄγχνῃ γηράσκει’ (Hom. η 120), καὶ ἐπὶ μήλῳ μῆλον, καὶ σταφυλὴ σταφυλῇ’ ἐπιφύεται, καὶ ‘σῦκον σύκῳ·’ λόγου δὲ ἄρα ἐφήμερος μὲν ἡ γένεσις, ἄσπερμος δὲ ὁ καρπός, καὶ οὐ τρόφιμος, οὐδὲ ἀνακιρνάμενος τῇ ψυχῇ, (Β 754) ἀλλά τέ μιν καθύπερθεν ἐπιρρεῖ, ἠΰτ᾿ ἔλαιον; Ταύτην μοι διήγησαι τὴν γεωργίαν, τοὺς δὲ ἐπαίνους ἔα. Ἐὰν γὰρ ἀφέλῃς αὐτῶν τὴν χρείαν, ὑποπτεύω τὴν αἰτίαν, καὶ τὸν ἐπαινέτην ἐλεῶ, καὶ τὸν |ἔπαινον μέμφομαι. Τοῦτον τὸν ἔπαινον φθέγγεται τὰ μέλη τῆς ψυχῆς, τὰ ἀκόλαστα, τὰ κρίνειν ἀσθενῆ, τὰ ἀπατᾶσθαι πεφυκότα· οὐ νέμεσις Τρῶας καὶ εὐκνήμιδας Ἀχαιοὺς τοιῇδʼ ἀμφὶ γυναικὶ πολὺν χρόνον ἄλγεα πάσχειν. Ὁρᾷς τοῦ ἐπαίνου τὴν μοχθηρίαν, ἀντικαταλλασσομένου γύναιον μανὲν καὶ τὴν ἀπʼ αὐτοῦ ἡδονήν, Ἑλφητί,