Ancient Greek
ΙΔ΄ XIV (Duebn. XX vulg. 4 B 17), Section 5
Maximus of Tyre, Dialexeis 5.Subsection a-7
Not analysed yet
Βούλει δὴ συνελὼν τὸν μὲν κόλακα κατὰ τὴν μοχθηρίαν τάξαι, τὸν δὲ φίλον κατὰ τὴν ἀρετήν, λύπην δὲ καὶ ἡδονὴν χαίρειν ἐᾶν; οὔτε γὰρ τὸ φιλεῖν ἡδονῆς ἀτυχές, οὔτε τὸ κολακεύειν λύπης ἄμοιρον, ἀλλʼ ἑκάτερον ἐν ἑκατέρῳ φύρεται, καὶ ἡδονὴ ἐν φιλίᾳ, καὶ λύπη ἐν κολακείαις· ἐπεὶ καὶ αἱ μητέρες καὶ αἱ τιτθαὶ φιλοῦσιν τὰ βρέφη, καὶ πρὸς ἡδονὴν αὐτὰ θεραπεύουσιν, καὶ οὐκ ἀφαιρήσεις αὐτῶν τὸ φιλεῖν διὰ τὴν ἡδονήν.