Ancient Greek
ΛϚ΄ ΧXXV (Dubn XXXVI vulg. 20), Section 5
Maximus of Tyre, Dialexeis 5.Subsection e-4
Not analysed yet
πλοῦτος δὲ ἀφθονώτατος καὶ ἀσφαλέστατος καὶ ἀνεπιβούλευτος, γῆ τε πᾶσα, καὶ οἱ ἐν αὐτῇ καρποί, καὶ κρῆναι γῆς ἔγγονοι, παντὸς Λεσβίου καὶ Χίου πώματος δαψιλέστεραι· καὶ φίλος ἦν καὶ συνήθης τῷ ἀέρι, ὥσπερ οἱ λέοντες, καὶ οὐκ ἀπεδίδρασκεν τὰς ὥρας τοῦ Διός, οὐδὲ ἀντεμηχανᾶτο αὐτῷ, τοῦ μὲν χειμῶνος τεχνιτεύων θάλπος, τοῦ δὲ θέρους ἀναψύχεσθαι ποθῶν· ἀλλʼ οὕτως ἄρα ἐθὰς ἦν τῇ τοῦ παντὸς φύσει, ὥστε ἐκ τοιαύτης διαίτης ὑγιεινός τε ἦν καὶ ἰσχυρός, καὶ κατεγήρα εἰς τὸ ἀκρότατον·