Ancient Greek
Ι΄ (Duebn XVI vulg 28 B 13 K 10), Section 5
Maximus of Tyre, Dialexeis 5.Subsection i
Not analysed yet
ἄν χρήσαιτο τῷ εὑρεθέντι, μὴ γνωρίσας τὴν χρείαν αὐτοῦ; κἂν γὰρ ἠπειρώτης ἀνὴρ καθʼ Ὅμηρον οἴακι ἐντύχῃ, (λ 128) φήσει ἀθηρηλοιγὸν ἔχειν ἀνὰ φαιδίμῳ ὤμῳ· ὅ, τε μαθών, ἄλλοθεν μαθών, παρὰ μὲν τοῦ οὐκ εἰδότος οὐκ ἂν μάθοι, παρὰ δὲ τοῦ εἰδότος κἂν μάθοι, ἐρεῖ μοι τὸν διδάξαντα, πῶς καὶ οὗτος ἔγνω. Οὐκοῦν καὶ οὗτος ἢ εὗρεν ἢ ἔμαθεν; καὶ εἰ μὲν εὗρεν, τὰ αὐτὰ ἐρήσομαι, πῶς ἐχρήσατο τῷ εὑρεθέντι, μὴ γνωρίσας; εἰ δὲ ἔμαθεν παῤ ἄλλου, πάλιν ἡδὺ ἐκεῖνον διέρεσθαι.