Ancient Greek
5.Subsection k to 5.Subsection m
Maximus of Tyre, Dialexeis 5.Subsection k-2-Subsection m
Not analysed yet
οἱ δέ εἰσιν ἀτεχνῶς παντοδαποί, ἄλλος ἀλλαχοῦ θεῖν διωρμημένοι, ὁ μὲν αὐτῶν ἀκόλαστος καὶ ἀδηφάγος καὶ ὑβριστής, ὁ δὲ θυμώδης καὶ ἰτητικὸς καὶ ἔμπληκτος, ὁ δὲ νωθὴς καὶ ἐκλελυμένος, ὁ δὲ ἀνελεύθερος καὶ σμικρόφρων καὶ ταπεινός. Αὐτὸν δὴ ἅρμα ἐστασιασμένον ταράττει τὸν ἡνίοχον· κἆτα ἢ μὲν κρατήσῃ αὐτοῦ, κατὰ τὴν τοῦ δυναστεύοντος ἵππου ῥύμην ἄξαν φέρεται· νῦν μὲν τῷ ἀκολάστῳ ἵππῳ πᾶν τὸ ἅρμα ξυμφερόμενον αὐτῷ ἡνιόχῳ ἐπὶ ὕβρεις καὶ παροινίας καὶ λαγνείας, καὶ ἄλλας οὔτε εὐσχήμονας οὔτε εἰλικρινεῖς ἡδονάς· νῦν δὲ τῷ θυμικῷ ἐπὶ κα- κώσεις παντοδαπάς. Μαξίμου *Τυρίου φιλοσοφούμενα τέλος.