Ancient Greek
Η΄ VIII (Duebn. XIV vulg. 26 B 11 Κ 8), Section 6
Maximus of Tyre, Dialexeis 6-7
Not analysed yet
Τὸ μὲν γὰρ Σωκράτους δαιμόνιον ἓν καὶ ἀπλοῦν, καὶ ἰδιωτικόν, καὶ δημοτικόν, ἢ ποταμὸν διαβαίνοντα ἀνακαλούμενον, ἢ Ἀλκιβιάδου ἔρωτα ἀναβαλλόμενον, ἢ ἀπολογεῖσθαι βουλόμενον, ἢ ἀποθνήσκειν προαιρούμενον οὐ κωλῦον. Ὁμήρῳ δὲ τὸ δαιμόνιον συνίσταται οὔτε ἑνί, οὔτε ἐφʼ ἑνί, οὔτε ἕν, οὔτε ἐπὶ σμικροῖς· ἀλλὰ καὶ παντοδαπόν, καὶ πολλάκις, καὶ ἐν πολλοῖς ὀνόμασιν, καὶ ἐν πολλοῖς φαντάσμιασιν, καὶ ἐν παντοδαπαῖς φωναῖς. ῤ οὖν καὶ ἀποδέχῃ τὶ τούτων, καὶ ἡγεῖ τι εἶναι τὴν Ἀθηνᾶν, καὶ τὴν Ἥραν, καὶ τὸν Ἀπόλλωνα, καὶ ‖Ἔριν, καὶ ὅστις ἄλλος δαίμων Ὁμηρικός; Μή με οἴου πυνθάνεσθαι εἰ τοιαύτην ἡγεῖ τὴν Ἀθηνᾶν, οἵαν Φειδίας ἐδημιούργησεν, οὐδὲν τῶν Ὁμήρου ἐπῶν φαυλοτέραν, παρθέ νον καλήν, γλαυκῶπιν, ὑψηλήν, αἰγίδα ἀνεζωσμένην, κόρυν φέρουσαν, δόρυ ἔχουσαν, ἀσπίδα ἔχουσαν· μηδὲ οὖ τὴν Ἥραν, οἵαν Πολύκλειτος Ἀργείοις ἔδειξεν, λευκώλενον, ἐλεφαντόπηχυν, εὐῶπιν, εὐείμονα, βασιλικὴν, ἱδρυμένην ἐπὶ χρυσοῦ θρόνου· μηδέ γε αὖ τὸν Ἀπόλλωνα, οἷον γραφεῖς καὶ δημιουργοὶ εἰκάζουσιν, μειράκιον γυμνὸν ἐκ χλαμυδίου, τοξότην, διαβεβηκότα τοῖς ποσὶν ὥσπερ θέοντα. Οὐ τοῦτο ἐρωτῶ, οὐδὲ ἡγοῦμαί σε φαῦλον εἶναι τʼ ἀληθῆ εἰκάζειν, ὥστε μὴ μεταβάλλειν τὸ αἴνιγμα εἰς λόγον· ἀλλʼ εἰ τῷ ὄντι ἡγεῖ ταυτὶ τὰ ὀνόματα καὶ τὰ σώματα αἰνίττεσθαί τινας δαιμονίους δυνάμεις, καὶ συνισταμένας τῶν ἀνθρώπων τοῖς εὐμοιροτάτοις καὶ ὕπαρ καὶ ὄναρ. Εἰ μὲν γὰρ μηδεμίαν ἡγεῖ, ὥρα σοι καὶ Ὁμήρῳ πολεμεῖν, καὶ τὰ μαντεῖα ἀναιρεῖν, καὶ ταῖς φήμαις ἀπιστεῖν, καὶ τὰ ὀνείρατα φεύγειν, καὶ Σωκράτην δὲ ἐᾶν. Εἰ δὲ ταῦτα μὲν οὔτε ἄπιστα ἡγεῖ οὔτε ἀδύνατα, ἀπορεῖς δὲ περὶ Σωκράτους· μεταλαβὼν ἐρήσομαί σε, πότερα οὐκ ἄξιον ἡγεῖ τὸν Σωκράτην μοίρας δαιμονίου, ἢ τὸ δυνατὸν ἄλλοθι ἐνταῦθα ἐξασθενεῖ. Ἀλλὰ τὸ μὲν δυνατὸν διδούς, κἀνταῦθα δώσεις, τὸ δὲ ἄξιον οὐκ ἀφαιρήσεις τοῦ Σωκράτους. Εἰ τοίνυν καὶ δυνατὸν τὸ πρᾶγμα, καὶ ἄξιος Σωκράτης, λείπεταί σοι μὴ περὶ Σωκράτους ἀμφισβητεῖν, ἀλλά καθόλου σκοπεῖν, τίς ἡ τοῦ δαιμονίου φύσις.