Ancient Greek
ΙΑ΄ XI (Dueba. XVII vulg. 1 B 14 K 11), Section 6
Maximus of Tyre, Dialexeis 6-8
Not analysed yet
Τούτους μὲν οὖν ἐῶμεν χαίρειν, εἰ δυναμένους ἐπαύρασθαι τοῦ ἀληθοῦς ὅλου καὶ ἀρτίου, ἰόντας δὲ ἐπʼ αὐτὸ ἀσαφεῖς ὁδοὺς καὶ πεπλανημένας· αὐτοῖς δὲ δὴ τί δράσωμεν, ἢ ἔπιμεν, ἐκ τοῦ Λοξίου δὲ ἴχνη αὐτοῦ σκεψάμενοι, οὐδὲ ὅσον εἰδώλοις ἐντυχόντες; Ἀλλʼ ὁ μὲν Ὀδυσσεὺς προσχὼν τῇ ξένῃ, εἰς περιω|πην ἀνελθών, ἐσκέπτετο τέχνῃ τῶν ἐχόντων, (ζ 120) ἦ ῥʼ οἵγʼ ὑβρισταί τε καὶ ἄγριοι, οὐδὲ δίκαιοι, ἠὲ φιλόξενοι, καί σφιν νόος ἐστὶ θεουδής· ἡμεῖς δὲ ἆρα οὐ τολμήσομεν ἀναβιβασάμενοι τὸν λογισμὸν εἴς τινα περιωπὴν ἄνω τῆς ψυχῆς περισκέψασθαι τὰ τοῦ θεοῦ ἴχνη, τίνα χώραν ἔχει, τίνα φύσιν· ἀαπήσομεν δὲ ἀμυδρῶς ἰδόντες; εἴθε μοι μαντεῖον ἦν ἓν Διός, ἢ Ἀπόλλωνος, οὐ λοξὰ χρησμῳδοῦν οὐδὲ ἀμφίβολα· ἠρόμην ἂν τὸν θεόν, οὐ τὸν Κροίσου λέβητα, τοῦ βασιλέων ἀνοητοτάτου καὶ μαγείρων δυστυχεστάτου, ἀλλʼ οὐδὲ θαλάττης μέτρα, οὐδὲ ἀριθμὸν ψάμμου· έλησα δʼ ἂν καὶ τῶν σεμνῶν τούτων ἐρωτημάτων· ‘ἐπίασιν Μῆδοι, πῶς φυλάξομαι’; κἂν ὁ θεὸς ||μὴ συμβουλεύῃ, τὰς τριήρεις ἔχω· ‘ἐπιθυμῶ Σικελίας, πῶς λάβω’; κἂν γὰρ ὁ θεὸς μὴ κωλύῃ, ἡ Σικελία πολλή ἐμοὶ δὲ σαφῶς ὁ Ἀπόλλων ἐκ Δελφῶν περὶ τοῦ Διὸς ἀποκρινάσθω, ἢ ὁ Ζεὺς αὐτός· ὑπὲρ αὐτοῦ τίς; ἐξ Ἀκαδημίας ὑποφήτης τοῦ θεοῦ, ἀνὴρ Ἀττικός, μαντικός· ἀποκρίνεται δὲ ὧδε