Ancient Greek
Α΄ I (Duebn. VII volg. 37 B 4 Κ 1), Section 7
Maximus of Tyre, Dialexeis 7.Subsection a
Not analysed yet
Ἢ κἀνταῦθα πάμμηκες διαφέρει ἔπαινος ἡδονῆς· ἥδονται μὲν γὰρ πάντες ἀκροώμενοι, ὃς δʼ ἂν τῷ ὄντι ἐπαινέσῃ, καὶ μιμήσεται· μέχρι δέ τις μὴ ζηλοῖ, οὐκ ἐπῄνεσεν. Ἤόη τὶς καὶ ὑπὸ αὐλημάτων ἀνὴρ ἄμουσος διετέθη μουσικῶς, καὶ τὰ ὦτα |ἔναυλος ὤν διαμέμνηται τοῦ μέλους, καὶ μινυρίζει πρὸς αὑτόν. Κἂν τοῦτο τὶς ὑμῶν τὸ πάθος ζηλωσάτω· τάχα γάρ που ἐρασθήσεται καὶ τῶν αὐλῶν αὐτῶν.