Ancient Greek
ΛΕ΄ XXXV (Duebn. VI vulg. 36 B 3), Section 7
Maximus of Tyre, Dialexeis 7.Subsection a-18
Not analysed yet
Σπάνιον δὲ τὸ κτῆμα τοῦτο· τὸ δὲ εἴδωλον αὐτοῦ πρόχειρον καὶ παντοδαπόν, κολάκων ἐσμοὶ καὶ θίασοι, σεσηρότων καὶ σαινόντων, καὶ ἐπʼ ἄκρᾳ τῇ γλώττῃ τὸ φιλεῖν ἔχουσιν· οὐχ ὑπʼ εὐνοίας ἀγομένων, ἀλλʼ ὑπὸ τῆς χρείας ήναγκασμένων· καὶ μισθοφόρων, ἀλλὰ οὐ φίλων· καὶ οὐκ ἔστιν ἀπαλλαγὴ τοῦ κακοῦ, μέχρις ἄν ὡ〈φελοῦν〉 τὸ φιλεῖν νομίζωσιν·