Ancient Greek
Ε΄ V (Duebn. XI vulg. 30 B 8 K 5), Section 7
Maximus of Tyre, Dialexeis 7.Subsection b-3
Not analysed yet
τέχνης, ἢ τύχης; Χρήματα αἰτεῖς; Μὴ ἐνόχλει θεοῖς, οὐδὲν αἰτεῖς τῶν καλῶν· μὴ ἐνόχλει τῇ εἱμαρμένῃ, οὐδὲν αἰτεῖς τῶν ἀναγκαίων· μὴ ἐνόχλει τῇ τύχῃ, οὐ γὰρ τοῖς δεομένοις δίδωσιν· μὴ ἐνόχλει τῇ τέχνῃ, ἀκούεις γὰρ Μενάνδρου λέγοντος, οὐ πάνυ τι γηράσκουσιν αἱ τέχναι καλῶς, ἐὰν μὴ λάβωσι προστάτην φιλάργυρον. ‘Ὁ δὲ χρηστὸς ἦν. ʼ Μετάθου τὸν τρόπον, εὔξαιο μοχθηρίαις, ἐπιτήδευσον τὸ πρᾶγμα. Καὶ ἢ ‘πλοῦτον καὶ πρᾶγμα λαμβάνειςʼ πορνοβοσκῶν, ἢ καπηλεύων, ἢ ληϊζόμενος, ἢ πανουργῶν, ἢ ψευδομαρτυρῶν, ἢ συκοφαντῶν, ἢ δωροδοκῶν.