Ancient Greek
Ζ΄ VII (Duebn XIII vulg 41 B 10 K 7), Section 7
Maximus of Tyre, Dialexeis 7.Subsection c-2
Not analysed yet
Νοσεῖ Ἀλκιβιάδης· πῦρ αὐτὸν ἐπινέμεται ‖πολὺ καὶ ἄγριον, καὶ τοὺς λογισμοὺς ἐπιταράττει ἐγγύτατα μανίας, καὶ περιφέρει πανταχοῦ, ἀπὸ μὲν Λυκείου ἐπὶ τὴν ἐκκλησίαν, ἀπὸ δὲ τῆς ἐκκλησίας ἐπὶ τὴν θάλατταν, ἀπὸ δὲ τῆς θαλάττης ἐπὶ Σικελίαν, κἀκεῖθεν εἰς Λακεδαίμονα, εἶτα παρὰ τοὺς Πέρσας, καὶ ἀπὸ Περσῶν ἐπὶ Σάμον, καὶ ἀπὸ Σάμου ἐπὶ τὰς Ἀθήνας, καὶ ἐπὶ τὸν Ἑλλήσποντον αὖθις, καὶ πανταχοῦ.