Ancient Greek
Β΄ II (Duebn. VIII vulg. 38 Β 5 Κ 2), Section 7
Maximus of Tyre, Dialexeis 7.Subsection d
Not analysed yet
Τὸ δὲ ἐν τῷ χωρίῳ θαῦμα, ὁ ὠκεανὸς πλημμύρων ἐμπίπτει τῇ ἠϊόνι, καὶ τῇ μὲν ἄλλῃ ἀναχεῖται ἐπὶ τὰ πεδία, κατὰ δὲ τὸν Ἄτλαντα |αὐτὸν κορυφοῦται τὸ κῦμα· καὶ ἴδοις ἂν τὸ ὕδωρ ἀνεστηκὸς ἐφ᾿ ἑαυτοῦ, ὥσπερ τειχίον, οὔτε εἰσρέον ἐπὶ τὰ κοῖλα, ||οὔτε ὑπὸ γῆς ἐρειδόμενον, ἀλλ᾿ ἐκ μέσου τοῦ ὄρους καὶ τοῦ ὕδατος ἀὴρ πολύς, κοῖλον ἄλσος. Τοῦτο Λιβύων καὶ ἱερόν, καὶ θεός, καὶ ὅρκος, καὶ ἄγαλμα.