Ancient Greek
7.Subsection d to 7.Subsection i
Maximus of Tyre, Dialexeis 7.Subsection d-4-Subsection i
Not analysed yet
Ἀλλὰ καὶ τῶν πολιτειῶν ἡ μὲν ἀριστοκρατία φιλίας μεστή, δημοκρατία δὲ κολακείας ἀνάπλεως· κρείττων δὲ ἀριστοκρατία δημοκρατίας. Οὐδεὶς ἐν Λακεδαίμονι Κλέων ἦν, οὐδὲ Ὑπέρβολος, κόλακες πονηροὶ τρυφῶντος δήμου. Ἀλλὰ Καλλίαν μὲν ἐν Διονυσίοις ἐκωμῴδει Εὔπολις, ἰδιώτην ἄνδρα ἐν συμποσίοις κολακευόμενον, ὅπου τῆς κολακείας τὸ ἆθλον ἦν κύλικες καὶ ἑταῖραι καὶ ἄλλαι ταπειναὶ καὶ ἀνδραποδώδεις ἡδοναί· τὸν δὲ δῆμον αὐτόν, τὸν τῆς Εὐπόλιδος στωμυλίας θεατήν, ποῦ τὶς ἐλθὼν κωμῳδήσει; ἐν ποίῳ θεάτρῳ; ποίοις Διονυσίοις; καὶ τοὺς πολλοὺς ἐκείνους κόλακας, οἷς τὰ ἆθλα ἦν οὐ ταπεινά, οὐδὲ μέχρι γαστρὸς καὶ ἀφροδισίων ἥκοντα, ἀλλὰ αἱ τῆς Ἑλλάδος συμφοραί; Ε δὲ ἤθελον Ἀθηναῖοι, παρωσάμενοι τοὺς κόλακας, πείθεσθαι Περικλεῖ καὶ Νικίᾳ, εἶχον ἂν δημαγωγοὺς ἀντὶ κολάκων φίλους.