Ancient Greek
ΚΑ΄ XXI (Duebn. XXVII vulg. 11), Section 7
Maximus of Tyre, Dialexeis 7.Subsection e
Not analysed yet
κατὰ τὴν Σωκράτους μαντείαν; Ὡς τὸ καλὸν αὐτὸ ἄρρητον ὂν καὶ ὀφθαλμῶν κρεῖττον ἡ ψυχὴ τεθεαμένη πάλαι, καὶ ὀνειρώττουσα αὐτοῦ τὴν μνήμην, ἐν τῇ δεῦρο συνουσίᾳ οὐ πάντῃ ἐναργῶς ὁρᾷ, ἅτε ἀπολελειμμένη αὐτοῦ καὶ τῷ χωρίῳ καὶ τῇ τύχῃ, καὶ ἀπεξενωμένη ἐκείνων τῶν θεαμάτων εἰς τὸν ἐν γῇ τόπον, καὶ περιβεβλημένη πολλὴν καὶ παντοδαπὴν ἰλύν, ὑφ᾿ ἧς ταράττεται, συνδεδεμένη ἀσαφεῖ |βίῳ καὶ συγκεχυμένῳ, καὶ μεστῷ ταράχου καὶ πλημμελείας πολλῆς·