Ancient Greek
Η΄ VIII (Duebn. XIV vulg. 26 B 11 Κ 8), Section 7
Maximus of Tyre, Dialexeis 7.Subsection i
Not analysed yet
Καλὸν μὲν γὰρ ἡ ἀρετή, καὶ εὐπορώτατον, καὶ δραστικώτατον· ἀλλʼ ἀνακέκραται ὕλῃ πονηρᾷ, καὶ ἀσαφεῖ, καὶ μεστῇ πολλοῦ τοῦ ἀδήλου, ἣν δὴ καλοῦσιν οἱ ἄνθρωποι τύχην, χρῆμα τυφλὸν καὶ ἀστάθμητον. Ἀντιφιλοτιμεῖται τῇ ἀρετῇ, καὶ ἀντιστατεῖ, καὶ ἀνταγωνίζεται, καὶ πολλάκις αὐτὴν ἀντιταράττει, ὡς νέφη αἰθέρι ὑποδραμόντα τὴν ἡλίου ἀκτῖνα ἀπέκρυψεν αὐτοῦ τὸ φῶς, καὶ ἐστὶν μὲν καὶ τότε ἥλιος καλός, ἀλλὰ ἡμῖν ἄδηλος·