Ancient Greek · ~3 min
ΛΔ΄ XXXIV (Duebn vulg 35 B 2), Section 8
Maximus of Tyre, Dialexeis 8-13
Not analysed yet
Τί δʼ ἄν ἦν μνήμη τοῦ Ὁδύσεως, ἐὰν ἀφέλῃς αὐτοῦ τὰ δυσχερῆ; τίς δὲ τοῦ Ἀχιλλέως, ἐὰν ἀφέλῃς αὐτοῦ τὸν Κκτορα καὶ τὸν Σκάμανδρον, καὶ τὰς δώδεκα μὲν σύν νηυσὶ πόλεις, ἑνδεκα δὲ ἠπειρώτιδας; Tὸν μὲν γὰρ ρακλέα οὐδὲ ἄλλοθεν οἱ ἄνθρωποι προσέθεσαν ἂν φέροντες τῷ Διί, μὴ οὔσης τῆς πρὸς τὰ κακὰ ὁμιλίας, ἀγωνισαμένης αὐτοῖς· ἐὰν ἀφέλῃς αὐτοῦ τὰ θηρία, καὶ τοὺς δυνάστας, καὶ τὰς ἄνω καὶ κάτω ὁδούς, καὶ τὰ δεινὰ ἐκεῖνα πάντα, ήκρωτηρίασας τὴν ἀρετὴν τοῦ Ἡρακλέος. Ὀλυμπιάσιν μὲν καὶ Πυθοῖ οὐκ ἔνεστιν κότινον λαβεῖν, οὐδὲ μήλων τυχεῖν, αὐτὸν ἐφʼ ἑαυτοῦ κονισάμενον, ἀλλὰ ἀνταγωνιστῶν δεῖ τῷ κηρύγματι· ἐν δὲ τῷ τοῦ βίου σταδίῳ καὶ τῇ δεῦρο ἀγωνίᾳ τίς ἂν γένοιτο ἀνταγωνιστὴς ἀνδρὶ ἀγαθῷ, πλὴν τῆς πείρας τῶν δυσχερῶν;