Ancient Greek · ~6 min
Ε΄ V (Duebn. XI vulg. 30 B 8 K 5), Section 8
Maximus of Tyre, Dialexeis 8-4
Not analysed yet
‘Ἀλλὰ Σωκράτης εἰς Πειραιᾶ κατῄει προσευξόμενος τῇ θεῷ, καὶ τοὺς ἄλλους προετρέπετο, καὶ ἦν ὁ βίος Σωκράτει μεστὸς εὐχῆς. ʼ Καὶ γὰρ Πυθαγόρας ηὔξατο, καὶ Πλάτων, καὶ ὅστις ἄλλος θεοῖς προσήγορος· ἀλλὰ σὺ μὲν ἡγεῖ τὴν τοῦ φιλοσόφου εὐχὴν αἴτησιν εἶναι τῶν οὐ παρόντων, ἐγὼ δὲ ὁμιλίαν καὶ διάλεκτον πρὸς τοὺς θεοὺς περὶ τῶν παρόντων καὶ ἐπίδειξιν τῆς ἀρετῆς· ἢ, οἴει, τοῦτο εὔχετο ὁ Σωκράτης, ὅπως αὐτῷ χρήματα γένηται, ἢ ὅπως ἄρξει Ἀθηναίων; πολλοῦ γε καὶ δεῖ. Ἀλλʼ εὔχετο μὲν τοῖς θεοῖς, ἐλάμβανεν δὲ παῤ ἑαυτοῦ, συνεπινευόντων ἐκείνων, ἀρετὴν ψυχῆς, καὶ ἡσυχίαν βίου, καὶ ζωὴν ἄμεμπτον, καὶ εὔελπιν θάνατον, τὰ θαυμαστὰ δῶρα, τὰ θεοῖς δοτά. Ἐὰν δέ τις παρὰ μὲν τῆς γῆς εὔπλοιαν αἰτῇ, παρὰ δὲ τῆς θαλάττης εὐκαρπίαν, καὶ παρὰ μὲν ὑφάντου ἄροτρον, παρὰ δὲ τέκτονος χλανίδα, ἄπεισιν ἀτελὴς καὶ ἄδωρος καὶ ἄτευκτος. Ὦ Ζεῦ, καὶ Ἀθηνᾶ, καὶ Ἄπολλον, ἐθῶν ἀνθρωπίνων ἐπίσκοποι, φιλοσόφων ὑμῖν μαθητῶν δεῖ, οἳ τὴν ὑμετέραν τέχνην ἐρρωμέναις ψυχαῖς ὑποδεξάμενοι ἄμητον βίου καλὸν καὶ εὐδαίμονα ἐκκαρπώσονται· ἀλλὰ ἐστὶν σπάνιον μὲν τὸ τῆς γεωοργίας ταύτης χρῆμα, μόλις δὲ καὶ ὀψὲ παραγινόμενον. Δεῖ γε μὴν τοῦ σπανίου τούτου καὶ ὀλίγου ἐναύσματος τῷ βίῳ ἄλλοτε ἐν ἄλλοις σώμασιν φανταζομένου, ὡς ἐν |νυκτὶ πολλῇ δεῖ φωτὸς ὀλίγου· τὸ γὰρ καλὸν ἐν ἀνθρωπίνῃ φύσει οὐ πολύ, φιλεῖ γε μὴν πρὸς τοῦ ὀλίγου τούτου σώζεσθαι τὰ πάντα. Ἂν δʼ ἐξέλῃς τοῦ βίου φιλοσοφίαν, ἐξεῖλες αὐτοῦ τὸ ζώπυρον, τὸ ἔμπνουν, τὸ ζωτικόν, τὸ μόνον εὔχεσθαι ἐπιστάμενον· ὡς ψυχὴν σώματος ἐὰν ἀφέλῃς, ἔπηξας τὸ σῶμα· ὡς καρποὺς γῆς ἐὰν ἀφέλῃς, τὴν γῆν ἐξέτεμες· ὡς ἥλιον ἡμέρας, τὴν ἡμέραν ἔσβεσας.