Ancient Greek
Ι΄ (Duebn XVI vulg 28 B 13 K 10), Section 8
Maximus of Tyre, Dialexeis 8-5
Not analysed yet
Ἅτε οὖν ἐν προθύροις τῆς ψυχῆς αἱ αἰσθήσεις ἱδρυμέναι, ἐπειδάν τινος ἐφάψωνται ἀρχῆς, καὶ παραδῶσιν τῷ νῷ, ἐπιλαβόμενος ταύτης, διορᾷ τὰ λοιπά, καὶ διεξέρχεται ἐπὶ τὰ ἀκόλουθα, χρόνῳ, ἢ φύσει, νόμῳ, ἢ τόπῳ, ἢ τιμῇ, ἢ δυνάμει. Ὥσπερ γὰρ ἐπὶ τῶν μακρῶν καὶ λεπτῶν δοράτων, ὁ τὸν στύρακα κλονήσας, παρέπεμψε τὴν κίνησιν διὰ παντὸς τοῦ δόρατος μέχρι τῆς αἰχμῆς· καὶ ὥσπερ τῶν μακρῶν καὶ διατεταμένων κάλων ὁ διασείσας τὴν ἀρχήν, παραδίδωσιν τὴν κίνησιν τῷ ὅλῳ, βαδίζουσαν ἐπὶ τὸ πέρας· οὕτω καὶ τῷ νῷ βραχείας ἀρχῆς δεῖ πρὸς ἔννοιαν τῶν πραγμάτων ὅλων. μὲν δὴ εὖ πεφυκὼς ἀνήρ, καὶ πρὸς ἀρετὴν εὐδρομώτατος, αὐτὸς παῤ αὐτοῦ τὴν ἀρχὴν λαβών, πορεύεται, καὶ ἐφοδεύει, καὶ ξυλλαμβάνει, καὶ ἀναπεμπάζεται τῇ μνήμῃ τὰ τοῦ νοῦ θεάματα· ὁ δὲ ἧττον δεινός, δεῖται τοῦ Σωκράτους, αὐτοῦ μὲν διδάσκοντος οὐδέν, διερωτῶντος δὲ καὶ διαπυνθανομένου· ὁ δὲ ἀποκρίνεται τἀληθῆ αὐτά. Τίς ἂν οὖν ἀποκρίνεται, ἃ μήπω οἶδεν; πλὴν εἰ μὴ καὶ τὸν βαδίζοντα, χειραγωγοῦντος ἑτέρου, φήσει τὶς μὴ βαδίζειν αὐτόν. Τί τοίνυν διαφέρει ὁ χειραγωγῶν τοῦ ἀνερωτῶντος, καὶ τί διαφέρει ὁ βαδίζων τοῦ ἀποκρινομένου; ὁ μὲν γὰρ ἑαυτῷ παρέχει τὴν ἐνέργειαν, ὁ δὲ ἐκείνῳ τὴν |ἀσφάλειαν Ἀλλʼ οὔτε ὁ χειραγωγούμενος μανθάνει βαδίζειν, οὔτε ὁ ἀνερωτώμενος ἀποκρίνεσθαι μανθάνει· ἀλλʼ ἑκάτερος, ὁ μὲν βαδίζει, δύναται γάρ· ὁ δὲ ἀποκρίνεται, οἶδε γάρ· ξυνεπιλαμβάνουσιν δὲ πρὸς ἀσφάλειαν ἑκατέρῳ ἑκάτερος. ||