Ancient Greek
8.Subsection a to 8.Subsection c
Maximus of Tyre, Dialexeis 8.Subsection a-7-Subsection c
Not analysed yet
Τί λέγω Διόνυσον καὶ ρακλέα; μῦθοι ταῦτα, ἡρωϊκὰ ταῦτα. Τὸν Σωκράτην λέγω. Ἐρᾷς, ὦ Σώκρατες, Ἀλκιβιάδου, καὶ μετὰ τοῦτον ψαίδρου, καὶ μετʼ ἐκεῖνον Χαρμίδου; ἐρᾶς, ὦ Σώκρατες, καί σε οὐ λανθάνει κάλλος Ἀττικόν· ἀλλʼ ὁμολόγησον αὐτοῦ τὴν αἰτίαν, καὶ μὴ φοβηθῇς τὴν ἀδοξίαν· ἔξεστιν καὶ μεθʼ ἡδονῆς σωφρόνως ἐρᾶν, ὡς ἔξεστιν καὶ μετὰ λύπης ἀκολάστως ἐρᾶν.