Ancient Greek
κς΄ XXVI (Duebn XXXII vulg. 16), Section 8
Maximus of Tyre, Dialexeis 8.Subsection g-3
Not analysed yet
Κἂν ἐπὶ τὰ στοιχεῖα ἔλθῃς καὶ τὸν τούτων πόλεμον, ὄψει μάχην ἐν τῷ Τρωϊκῷ πεδίῳ, οὐ Τρώων καὶ Ἀχαιῶν, καὶ ὀλλύντων καὶ ὀλλυμένων, αἵματι ῥεούσης τῆς γῆς· ἀλλὰ πυρὸς καὶ ποταμοῦ μάχην, τοῦ μὲν οἰδαίνοντος καὶ ἀνισταμένου λαμπρῷ καὶ συνεχεῖ τῷ κύματι, τοῦ δὲ ταῖς δίναις ἐμπίπτοντος ἀκμαίᾳ ῥιπῇ, φλέγοντος μὲν τὰς κόμας καὶ τὸ κάλλος τοῦ ποταμοῦ, |ἰτέας καὶ μυρίκας καὶ λωτὸν καὶ θρύον, φλέγοντος δὲ αὐτοῦ τὰ φορήματα καὶ τὰ θρέμματα,|| τείροντʼ ἐγχέλυές τε καὶ ἰχθύες, οἱ κατὰ δίνας, οἳ κατὰ καλὰ ῥέεθρα κυβίστων ἔνθα καὶ ἔνθα.