Ancient Greek
Β΄ II (Duebn. VIII vulg. 38 Β 5 Κ 2), Section 8
Maximus of Tyre, Dialexeis 8.Subsection h
Not analysed yet
Θύουσιν Φρύγες τοῖς ποταμοῖς, οἱ μὲν ἀμφοτέροις, οἱ δὲ τῷ Μαιάνδρῳ, οἱ δὲ τῷ Μαρσύᾳ· καὶ ἐμβάλλουσιν τὰ μηρία εἰς τὰς πηγάς, ἐπιφημίσαντες τοὔνομα τοῦ ποταμοῦ, ὁποτέρῳ ἔθυσαν· ἀπενεχθέντα δὲ ἐπὶ τὸ ὄρος, καὶ ὑποδύντα ὄρος σὺν τῷ ὕδατι, οὔτʼ ἄν ἐπὶ τὸν Μαρσύαν ἐκδοθείη τὰ τοῦ Μαιάνδρου, οὔτʼ ἐπὶ τὸν Μαίανδρον τὰ τοῦ Μαρσύου· εἰ δὲ ἀμφοῖν εἴη, διαιροῦνται τὸ δῶρον.