Ancient Greek
9.Subsection a to 9.Subsection c
Maximus of Tyre, Dialexeis 9.Subsection a-Subsection c
Not analysed yet
Ὤ πολλῶν καὶ παντοδαπῶν ἀ|γαλμάτων· ὧν τὰ μὲν ὑπὸ τέχνης ἐγένετο, τὰ δὲ διὰ χρείαν ἠγαπήθη, τὰ δὲ διʼ ὠφέλειαν ἐτιμήθη, τὰ δὲ διʼ ἔκπληξιν ἐθαυμάσθη, τὰ δὲ διὰ μέγεθος ἐθειάσθη, τὰ δὲ διὰ κάλλος ἐπῃνέθη. Πλὴν οὐδὲν γένος, οὐ βάρβαρον, οὐχ Ἑλληνικόν, οὐ θαλάττιον, οὐκ ἠπειρωτικόν, οὐ νομαδικόν, οὐκ ἀστυπολοῦν, ἀνέχεται τὸ μὴ καταστήσασθαι σύμβολα ἄττα τῆς τῶν θεῶν τιμῆς. Πῶς ἂν οὖν τις διαιτήσαι τὸν λόγον, εἴτε χρὴ ποιεῖσθαι ἀγάλματα θεῶν, εἴτε μή;