Ancient Greek
Ι΄ (Duebn XVI vulg 28 B 13 K 10), Section 9
Maximus of Tyre, Dialexeis 9.Subsection b
Not analysed yet
Ἅτε δέ, οἶμαι, διττῷ βίῳ ἡ ψυχὴ συνεχομένη, τῷ μὲν καθαρῷ καὶ διαυγεῖ καὶ ὑπὸ μηδεμιᾶς συμφορᾶς ἐνοχλουμένῳ, τῷ δὲ θολερῷ καὶ τεταραγμένῳ καὶ ἐν παντοίαις τύχαις φυρο μένῳ· ἐνταῦθα μὲν ἀσαφείας ἐμπέπλησται, καὶ καρηβαρεῖ, αὐτὸ ἐκεῖνο τὸ τῶν μεθυόντων πάθος· τούτοις γάρ που φλεγμαίνουσα ἡ ψυχὴ ὑπὸ τοῦ ἀνέδην πότου, ἐγγύτατα μὲν τείνει μανίας· ἤδη δέ που ἀνακαλεῖται αὑτήν, καὶ οὔτε ἀκριβῶς σφάλλεται, οὔτε σαφῶς λογίζεται, ἀλλʼ ἐν μεθορίῳ μένει ἀγνοίας καὶ λογισμοῦ.