Ancient Greek
ΙΒ΄ XII (Duebn. XVIII volg. 2 B 15), Section 9
Maximus of Tyre, Dialexeis 9.Subsection f
Not analysed yet
Ἀνάγκη τὸν πονηρὸν κρατεῖν ἀγωνιζόμενον ἐν τοιούτῳ σταδίῳ, οὗ πονηροὶ μὲν θεαταί, ἄδικοι δὲ οἱ ἀθλοθέται· ὁ δὲ ἀγαθὸς ἐν τούτοῖς ἄτεχνος, καὶ ||ἀμαθής, καὶ ἄπορος ἀπιστίας, καὶ πανουργίας, καὶ ἀπάτης, καὶ τῶν ἄλλων παλαισμάτων, ὑφʼ ὧν μοχθηρία κρατύνεται καὶ ἰσχυρίζεται· ὥστε καὶ καταγέλαστος ἂν γίγνοιτο ἀντεπιχειρῶν ἀδικεῖν ὁ μὴ πεφυκὼς τὸν ἄδικον καὶ τῇ φύσει, καὶ τῇ τέχνῃ, καὶ τῷ ἔθει.