Ancient Greek
Μ΄ XL (Duebn XL vulg. 24), Subsection iv
Maximus of Tyre, Dialexeis Subsection a-23
Not analysed yet
Οὐχ ὁ μὲν ἰσοκρατὲς τὰ πρῶτα ἄγων τὸ ἀγαθὸν καὶ περιγράφων αὐτοῦ τὴν οὐσίαν ἐν τῷ ἀρίστῳ μόνῳ, διέσκαψεν καὶ διετείχισεν τὴν ἐλπίδα τῶν πολλῶν τῆς ἐπʼ αὐτὸ ὁδοῦ; ὁ δὲ ὑποβάθρας διδούς, καὶ ἀναπαύλας διὰ μέσου καὶ ἀναγωγὰς πολλάς, προὔπεμψεν πόρρω πάνυ ὡς τευξόμενον τοῦ |μετρίου, παρεμυθήσατο δὲ τῇ ἐπιτυχίᾳ τὸν προσελθόντα ἤδη, ὡς προεληλυθότα τῷ ἀρίστῳ· ἀνεκήρυξεν δὲ τὸν ἀφικόμενον εἰς τὸ ἄκρον, ὡς ἐν ἀγαθοῖς ἄριστον·