Ancient Greek
Μ΄ XL (Duebn XL vulg. 24), Subsection v
Maximus of Tyre, Dialexeis Subsection a-24
Not analysed yet
Παύομαι τοῦ δυνατοῦ, καὶ ἐπὶ τὸ ἀληθὲς μέτειμι. Τὸν γὰρ τοῦ ἀνθρώπου βίον ἆρα ἄλλο τι ἡγητέον ἢ διαγωγὴν ζωῆς συγκεκραμένην ἐκ ψυχῆς καὶ σώματος καὶ τύχης; Ἐκ δὲ τῆς τούτων ἁρμονίας κραθέντων καλῶς, ἑκάστου εἰς τὸ ἀκρότατον τῆς ἑαυτοῦ ῥώμης ἀφιγμένου, τὸ ἄθροισμα τοῦτο εὐδαιμονίαν κλητέον· ἀρχούσης μὲν τῆς ψυχῆς, στρατηγοῦ δίκην, ὑπηρετοῦντος δὲ τοῦ σώματος, στρατιώτου δίκην, συνεργούσης δὲ τῆς τύχης, ὅπλων δίκην· ἐξ ὧν ἁπάντων τὸ νικᾶν ἔρχεται.