Ancient Greek
Subsection a to Subsection l
Maximus of Tyre, Dialexeis Subsection a-5-Subsection l
Not analysed yet
Τριῶν δὴ πολιτειῶν, τρία τʼ οὖ τιμήματα βίων ἴδοις ἂν ἐν ἀνθρώπου ψυχῇ· κατὰ μὲν τὸ βουλευτικόν καὶ ἀρχικὸν καὶ ἐκποδὼν τῇ πράξει τὲ καὶ χειρουργίᾳ, τὸ θεωρητικὸν ψυχῆς γένος· τὸ δὲ πρακτικὸν δεύτερον, δευτέρως τιμώμενόν τε καὶ δοκιμαζόμενον· τήν τε ἐν ἀνδρὶ δημοκρατίαν οὐ χαλεπὸν ἰδεῖν· πολὺ γὰρ τὸ τῆς πολιτείας τοῦτο γένος ἐπινέμεται πᾶσαν ψυχήν. Καὶ τοῦτο μὲν ἐατέον καὶ ἀποχειροτονητέον τοῦ ἀρίστου· θεωρίαν δὲ πράξει παραβαλλομένην, ἑκατέραν τυγχάνουσαν τοῦ καλοῦ, τὴν μὲν θεωρίαν κατὰ τὴν γνῶσιν, τὴν δὲ πρᾶξιν κατὰ τὴν ἀρετήν, ποτέραν προτιμητέον; Ἀποκρίνεται ὁ λόγος· ὅτι εἰ μὲν κατὰ τὴν χρείαν αὐτὴν ἱστάμεθα, τιμητέον τὴν πρᾶξιν· εἰ δὲ κατὰ τὴν αἰτίαν τοῦ γενομένου καλῶς, προτιμητέον τὴν θεωρίαν. Ὥστε καὶ σπονδὰς ἑκατέρῳ σπεισάμενοι, νείμωμεν τὰς δυνάμεις καὶ τὸ σχῆμα τοῦ βίου τοῖς ἀνδράσιν ἢ κατὰ φύσιν, ἢ καθʼ ἡλικίαν, ἢ κατὰ τύχην. Καὶ γὰρ φύσει διαφέρει ἕτερος ἑτέρου· ὁ μὲν ἐν πράξει ἐξασθενῶν, εὐχερὴς δέ τις ὢν κατὰ τὴν ψυχὴν πρὸς θεωρίαν· ὁ δὲ ἐν μὲν θεωρίᾳ καματηρὸς ὤν, πράττειν δὲ ἐρρωμένος. Διίστησιν δὲ καὶ ἡλικία τοὺς ἄνδρας· νεότητος μὲν γὰρ ἡ πρᾶξις· Ομηρος λέγει, κἀγὼ πείθομαι (X 71) νέῳ δέ τε παντʼ ἐπέοικεν. Νέος μὲν γὰρ ὢν ὁ φιλόσοφος πραττέτω, λεγέτω, πολιτευέσθω, στρατευέσθω, ἀρχέτω. Καὶ γὰρ οἱ Πλάτωνος ἐπὶ Σικελίαν δρόμοι καὶ πόνοι, καὶ περὶ Δίωνα σπουδή, κατὰ τὴν ἀκμὴν ἐγίγνοντο τῆς ἡλικίας· γηράσαντα δʼ αὐτὸν ὑπεδέξατο Ἀκα|δημία, καὶ βαθεῖα σχολή, καὶ λόγοι καλοί, καὶ θεωρία ἄπταιστος, ἐν πολλῇ καὶ ἀμφιλαφεῖ ἀληθείᾳ κατατιθέμενον τὸ τοῦ βίου τέλος. Καὶ Ξενοφῶντα νεανιευόμενον μὲν ἐν τοῖς ἔργοις φιλῶ, γηράσκοντα δὲ ἐν τοῖς λόγοις ἐπαινῶ. Διίστησιν δὲ ἤδη καὶ τύχη· τὸν μὲν γὰρ δυνάμει καὶ πράξει ἀναγ‖καίᾳ περιέβαλλεν· τὸν δὲ σχολῇ καὶ ἡσυχίᾳ προσηνεῖ· ὧν τὸν μὲν ἐπαινῶ ἐν τῷ ἀναγκαίῳ ἀνδριζόμενον· τὸν δὲ καὶ μακαρίζω μένον〈τα〉 καὶ ἐπαινῶ· μακαρίζω μὲν τῆς σχολῆς, ἐπαινῶ δὲ τῆς ἱστορίας.