Ancient Greek
ΛΒ΄ XXXII (Duebn. III vulg. 33 B 30 γ΄), Subsection ix
Maximus of Tyre, Dialexeis Subsection b-2
Not analysed yet
τί τὴν ἡδονὴν ἐξοικίζεις τῷ λόγῳ; Ἥδετο ὁ Διογένης τῷ πίθῳ, ὡς Βαβυλῶνι Ξέρξης· ἥῆδετο τῇ μάζῃ ὁ Διογένης, ὡς ὁ Σμινδυρίδης τῇ καρύκῃ· ῆδετο ταῖς κρήναις ταῖς πανταχοῦ, ὡς ὁ Καμβύσης Χοάσπῃ μόνῳ· ῆδετο τῷ ἡλίῳ, ὡς αρδανάπαλλος ταῖς πορφυρίσιν· ῆδετο τῇ βακτηρίφ, ὡς Ἀλέξανδρος τῷ δόρατι· ἥδετο τῷ θυλάκῳ, ὡς ὁ Κροῖσος τοῖς θησαυροῖς. Κἂν παραβάλῃς ἡδονὰς ἡδοναῖς, τὰ Διογένους κρατεῖ· τὰ γὰρ ἐκείνων μεστὰ μὲν ἡδονῆς, ἀλλὰ ἀναμίμικται λύπῃ πανταχοῦ· ὀδύρεται Ξέρξης ἡττώμενος, στένει Καμβύσῃς τιτρωσκόμενος, οἰμώζει αρδανάπαλλος ἐμπιμιπράμενος, ἀνιᾶται μινδυρίδης ἀπελαυνόμενος, δακρύει Κροῖσος λαμβανόμενος, λυπεῖται Ἀλέξανδρος μὴ μαχόμενος· αἱ δὲ Διογένους ἡδοναὶ οἰμωγῆς ἄπειροι, ἄστονοι, ἀδάκρυτοι, ἄλυποι.