Ancient Greek
ΛΔ΄ XXXIV (Duebn vulg 35 B 2), Subsection vii
Maximus of Tyre, Dialexeis Subsection b-3
Not analysed yet
Οὐ γὰρ ἀνασχετὸν εἶναι οὔτε τῷ Ἀχιλλεῖ τὴν σχολήν, οὔτε τῷ Νέστορι τὴν σιωπήν, οὔτε τῷ Ὀδυσσεῖ τὴν ἀσφάλειαν. Ἐξῆν γάρ που καὶ τῷ Ἀχιλλεῖ ζῆν καὶ βασιλεύειν Μυρμιδόνων, καὶ γεωργεῖν τὴν Θετταλῶν γῆν, καὶ γηροκομεῖν τὸν Πηλέα· καὶ τῷ ἔέστορι ἐν Πύλῳ ἐν εἰρήνῃ ἄρχειν, καὶ γηράσκειν καθʼ ἡσυχίαν· καὶ τῷ Ὀδυσσεῖ, οἴκοι μένειν περὶ τὸ Νήριτον τὸ εὔφυλλον, (cf. ι 27) ἐν τῇ γῇ τῇ κουροτρόφφ, ἢ τὸ τελευταῖον παρὰ Καλυψὼ βιοῦν ἐν ἄντρῳ καταρρύτῳ καὶ κατασκίῳ, ὑπὸ Νυμφῶν θεραπευομένῳ, ἀγήρφ ῳ ὄντι καὶ ἀθανάτῳ· ἀλλʼ οὐχ εἵλετο ἀθάνατος εἶναι ἀργὸς ὢν καὶ μηδὲν χρώμενος τῇ ἀρετῇ.