Ancient Greek
MA' XIl (Duebn. XLl vulg. 25), Subsection ii
Maximus of Tyre, Dialexeis Subsection b-7
Not analysed yet
πηγαί, πόθεν ὁρμηθέντα ῥεῖ; τούτων μὲν πέρι οὐθὲν δεῖ τὸν θεὸν ἐνοχλεῖν, αἰσθανομένους τῆς χορηγίας, καὶ ὁρῶντας τὴν αἰτίαν, καὶ συνιέντας τὴν πηγήν, καὶ τὸν πατέρα καὶ ποιητὴν εἰδότας, τὸν οὐρανοῦ ἁρμοστήν, τὸν ἡλίου καὶ σελήνης ἀγωγέα, τὸν κορυφαῖον τῆς τῶν ἄστρων περιφορᾶς καὶ δινήσεως καὶ χορείας καὶ δρόμου, τὸν ὡρῶν ταμίαν, τὸν πνευμάτων οἰκονόμον, τὸν ποιητὴν θαλάττης, τὸν δημιουργὸν γῆς,