Ancient Greek
ΙΔ΄ XIV (Duebn. XX vulg. 4 B 17), Subsection iv
Maximus of Tyre, Dialexeis Subsection c
Not analysed yet
Τὸ δὲ οὐχ οὕτως ἔχει· καὶ γὰρ ἰατρῶν ὁ ιλάνθρω|πος λυπηρότατος, καὶ στρατηγῶν ὁ ἀκριβέστατος, καὶ κυβερνητῶν ὁ ἀσφαλέστατος. Φιλοῦσιν δέ που καὶ παῖδας πατέρες, καὶ διδάσκαλοι μαθητάς· καὶ τί ἄν εἴη ἀνιαρότερον, ἢ παιδὶ πατήρ, καὶ μαθητῇ διδάσκαλος; ἐπεὶ καὶ Ὀδυσσεὺς ἐφίλει δή που τοὺς ἑαυτοῦ ἑταίρους, ὡς πολλὰ καὶ δεινὰ ἀνέτλη (α 5) ἀρνύμενος ἢν τε ψυχήν, καὶ νόστον ἑταίρων·